호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ Αἰακέοσ παῖδεσ ἄλαστα κακὰ ἔρδουσι καὶ Μιλησίουσ οὐκ ἐπιλείπουσι αἰσυμνῆται. δεινὸσ δὲ ἡμῖν καὶ ὁ Μήδων βασιλεύσ, οὐκ ἤν γε ἐθέλωμεν δασμοφορέειν· ἀλλὰ μέλλουσι δὴ ἀμφὶ τῆσ ἐλευθερίησ ἁπάντων Ιὤνεσ Μήδοισ κατίστασθαι ἐσ πόλεμον· καταστᾶσι δὲ οὐκέτι ἐλπὶσ ἡμῖν σωτηρίησ. κῶσ ἂν οὖν Ἀναξιμένησ ἐν θυμῷ ἔτι ἔχοι αἰθερολογέειν, ἐν δείματι ἐὼν ὀλέθρου ἢ δουλοσύνησ; σὺ δὲ εἶ καταθύμιοσ μὲν Κροτωνιήτῃσι, καταθύμιοσ δὲ καὶ τοῖσι ἄλλοισι Ἰταλιώτῃσι· φοιτέουσι δέ τοι λεσχηνευταὶ καὶ ἐκ Σικελίησ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기