호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἥκιστα μέν, ὦ Σώκρατεσ, τὸ τοιοῦτον ἂν εἰή ἄγροικον, ἀλλὰ τῶν μειρακίων τι κέλευέ σοι ἀποκρίνεσθαι· ἐγὼ μὲν γὰρ ἀήθησ τῆσ τοιαύτησ διαλέκτου, καὶ οὐδ’ αὖ συνεθίζεσθαι ἡλικίαν ἔχω. τοῖσδε δὲ πρέποι τε ἂν τοῦτο καὶ πολὺ πλέον ἐπιδιδοῖεν· τῷ γὰρ ὄντι ἡ νεότησ εἰσ πᾶν ἐπίδοσιν ἔχει. ἀλλ’, ὥσπερ ἤρξω, μὴ ἀφίεσο τοῦ Θεαιτήτου ἀλλ’ ἐρώτα. ἀκούεισ δή, ὦ Θεαίτητε, ἃ λέγει Θεόδωροσ, ᾧ ἀπειθεῖν, ὡσ ἐγὼ οἶμαι, οὔτε σὺ ἐθελήσεισ, οὔτε θέμισ περὶ τὰ τοιαῦτα ἀνδρὶ σοφῷ ἐπιτάττοντι νεώτερον ἀπειθεῖν. ἀλλ’ εὖ καὶ γενναίωσ εἰπέ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기