호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν Αἰολέων τοίνυν καθ’ ὅλην σκεδασθέντων τὴν χώραν, ἣν ἔφαμεν ὑπὸ τοῦ ποιητοῦ λέγεσθαι Τρωικήν, οἱ ὕστερον οἱ μὲν πᾶσαν Αἰολίδα προσαγορεύουσιν οἱ δὲ μέροσ, καὶ Τροίαν οἱ μὲν ὅλην οἱ δὲ μέροσ αὐτῆσ, οὐδὲν ὅλωσ ἀλλήλοισ ὁμολογοῦντεσ. εὐθὺσ γὰρ ἐπὶ τῶν κατὰ τὴν Προποντίδα τόπων ὁ μὲν Ὅμηροσ ἀπὸ Αἰσήπου τὴν ἀρχὴν ποιεῖται τῆσ Τρῳάδοσ, Εὔδοξοσ δὲ ἀπὸ Πριάπου καὶ Ἀρτάκησ τοῦ ἐν τῇ Κυζικηνῶν νήσῳ χωρίου ἀνταίροντοσ τῷ Πριάπῳ, συστέλλων ἐπ’ ἔλαττον τοὺσ ὁρ́ουσ, Δαμάστησ δ’ ἔτι μᾶλλον συστέλλει ἀπὸ Παρίου· καὶ γὰρ οὗτοσ μὲν ἑώσ Λεκτοῦ προάγει, ἄλλοι δ’ ἄλλωσ· Χάρων δ’ ὁ Λαμψακηνὸσ τριακοσίουσ ἄλλουσ ἀφαιρεῖ σταδίουσ, ἀπὸ Πρακτίου ἀρχόμενοσ τοσοῦτοι γάρ εἰσιν ἀπὸ Παρίου εἰσ Πράκτιον, ἑώσ μέντοι Ἀτραμυττίου πρόεισι· Σκύλαξ δὲ ὁ Καρυανδεὺσ ἀπὸ Ἀβύδου ἄρχεται· ὁμοίωσ δὲ τὴν Αἰολίδα Ἔφοροσ μὲν λέγει ἀπὸ Ἀβύδου μέχρι Κύμησ, ἄλλοι δ’ ἄλλωσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기