호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δὲ ποταμῶν τὸν μὲν Σελλήεντά φησιν ὁ ποιητὴσ πρὸσ τῇ Ἀρίσβῃ ῥεῖν, εἴπερ ὁ Ἄσιοσ Ἀρίσβηθέν τε ἧκε καὶ ποταμοῦ ἄπο Σελλήεντοσ· ὁ δὲ Πράκτιοσ ποταμὸσ μὲν ἔστι, πόλισ δ’ οὐχ εὑρίσκεται, ὥσ τινεσ ἐνόμισαν· ῥεῖ δὲ καὶ οὗτοσ μεταξὺ Ἀβύδου καὶ Λαμψάκου· τὸ οὖν καὶ Πράκτιον ἀμφενέμοντο οὕτω δεκτέον ὡσ περὶ ποταμοῦ, καθάπερ κἀκεῖνα οἵ τ’ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον, καὶ ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ ἔργ’ ἐνέμοντο. ἦν δὲ καὶ ἐν Λέσβῳ πόλισ Ἀρίσβα, ἧσ τὴν χώραν ἔχουσι Μηθυμναῖοι· ἔστι δὲ καὶ ποταμὸσ Ἄρισβοσ ἐν Θρᾴκῃ, ὥσπερ εἴρηται, καὶ τούτου πλησίον οἱ Κεβρήνιοι Θρᾷκεσ. πολλαὶ δ’ ὁμωνυμίαι Θρᾳξὶ καὶ Τρωσίν, οἱο͂ν Σκαιοὶ Θρᾷκέσ τινεσ καὶ Σκαιὸσ ποταμὸσ καὶ Σκαιὸν τεῖχοσ καὶ ἐν Τροίᾳ Σκαιαὶ πύλαι· Ξάνθιοι Θρᾷκεσ, Ξάνθοσ ποταμὸσ ἐν Τροίᾳ· Ἄρισβοσ ὁ ἐμβάλλων εἰσ τὸν Ἕβρον, Ἀρίσβη ἐν Τροίᾳ· Ῥῆσοσ ποταμὸσ ἐν Τροίᾳ, Ῥῆσοσ δὲ καὶ ὁ βασιλεὺσ τῶν Θρᾳκῶν. ἔστι δὲ καὶ τῷ Ἀσίῳ ὁμώνυμοσ ἕτεροσ παρὰ τῷ ποιητῇ Ἄσιοσ ὃσ μήτρωσ ἦν Ἕκτοροσ ἱπποδάμοιο, αὐτοκασίγνητοσ Ἑκάβησ, υἱὸσ δὲ Δύμαντοσ, ὃσ Φρυγίην ναίεσκε ῥοῇσ ἐπὶ Σαγγαρίοιο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기