호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γὰρ ἄν, ὦ Κλεινία, τηλικοῖσδε ἀνδράσιν πρέποι τὸ τοιοῦτον. οὐ γὰρ οὖν. εἰ μὲν τοίνυν ὀρθῶσ ἢ μή τισ ἐπιτιμᾷ τῇ τε Λακωνικῇ καὶ τῇ Κρητικῇ πολιτείᾳ, λόγοσ ἂν ἕτεροσ εἰή· τὰ δ’ οὖν λεγόμενα πρὸσ τῶν πολλῶν ἴσωσ ἐγὼ μᾶλλον ἔχοιμ’ ἂν ὑμῶν ἀμφοτέρων λέγειν. ὑμῖν μὲν γάρ, εἴπερ καὶ μετρίωσ κατεσκεύασται τὰ τῶν νόμων, εἷσ τῶν καλλίστων ἂν εἰή νόμων μὴ ζητεῖν τῶν νέων μηδένα ἐᾶν ποῖα καλῶσ αὐτῶν ἢ μὴ καλῶσ ἔχει, μιᾷ δὲ φωνῇ καὶ ἐξ ἑνὸσ στόματοσ πάντασ συμφωνεῖν ὡσ πάντα καλῶσ κεῖται θέντων θεῶν, καὶ ἐάν τισ ἄλλωσ λέγῃ, μὴ ἀνέχεσθαι τὸ παράπαν ἀκούοντασ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기