호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ ποιητὴσ ἐφεξῆσ ταῖσ Κώπαισ Εὔτρησιν τίθησι κώμιον Θεσπιέων· ἐνταῦθά φασι Ζῆθον καὶ Ἀμφίονα οἰκῆσαι πρὶν βασιλεῦσαι Θηβῶν. ἡ δὲ Θίσβη Θίσβαι νῦν λέγονται, οἰκεῖται δὲ μικρὸν ὑπὲρ τῆσ θαλάττησ ὅμορον Θεσπιεῦσι τὸ χωρίον καὶ τῇ Κορωνειακῇ, ὑποπεπτωκὸσ ἐκ τοῦ νοτίου μέρουσ τῷ Ἑλικῶνι καὶ αὐτό· ἐπίνειον δ’ ἔχει πετρῶδεσ περιστερῶν μεστόν, ἐφ’ οὗ φησιν ὁ ποιητὴσ "πολυτρήρωνά τε Θίσβην. " πλοῦσ δ’ ἐστὶν ἐνθένδε εἰσ Σικυῶνα σταδίων ἑκατὸν ἑξήκοντα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기