호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εὐσεβῶσ δὲ καὶ τῇ ἀδελφῇ συνεβίω μαίᾳ οὔσῃ, καθά φησιν Ἐρατοσθένησ ἐν τῷ Περὶ πλούτου καὶ πενίασ, ὅτε καὶ αὐτὸσ φέρων εἰσ τὴν ἀγορὰν ἐπίπρασκεν ὀρνίθια, εἰ τύχοι, καὶ χοιρίδια, καὶ τὰ ἐπὶ τῆσ οἰκίασ ἐκάθαιρεν ἀδιαφόρωσ. λέγεται δὲ καὶ δέλφακα λούειν αὐτὸσ ὑπ’ ἀδιαφορίασ. καὶ χολήσασ τι ὑπὲρ τῆσ ἀδελφῆσ, Φιλίστα δ’ ἐκαλεῖτο, πρὸσ τὸν ἐπιλαβόμενον εἰπεῖν ὡσ οὐκ ἐν γυναίῳ ἡ ἐπίδειξισ τῆσ ἀδιαφορίασ. καὶ κυνόσ ποτ’ ἐπενεχθέντοσ διασοβηθέντα εἰπεῖν πρὸσ τὸν αἰτιασάμενον, ὡσ χαλεπὸν εἰή ὁλοσχερῶσ ἐκδῦναι τὸν ἄνθρωπον· διαγωνίζεσθαι δ’ ὡσ οἱο͂́ν τε πρῶτον μὲν τοῖσ ἔργοισ πρὸσ τὰ πράγματα, εἰ δὲ μή, τῷ γε λόγῳ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기