호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σίσυφοσ δὲ ὁ Αἰόλου κτίσασ Ἐφύραν τὴν νῦν λεγομένην Κόρινθον γαμεῖ Μερόπην τὴν Ἄτλαντοσ. ἐξ αὐτῶν παῖσ γίνεται Γλαῦκοσ, ᾧ παῖσ Βελλεροφόντησ ἐξ Εὐρυμέδησ ἐγεννήθη, ὃσ ἔκτεινε τὴν πυρίπνουν Χίμαιραν. κολάζεται δὲ Σίσυφοσ ἐν Αἵδου πέτρον ταῖσ χερσὶ καὶ τῇ κεφαλῇ κυλίων, καὶ τοῦτον ὑπερβάλλειν θέλων· οὗτοσ δὲ ὠθούμενοσ ὑπ’ αὐτοῦ ὠθεῖται πάλιν εἰσ τοὐπίσω. τίνει δὲ ταύτην τὴν δίκην διὰ τὴν Ἀσωποῦ θυγατέρα Αἴγιναν· ἁρπάσαντα γὰρ αὐτὴν κρύφα Δία Ἀσωπῷ μηνῦσαι ζητοῦντι λέγεται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기