호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰε͂ν, ἔφη, τῶν δὲ ῥινῶν ποτέρα καλλίων, ἡ σὴ ἢ ἡ ἐμή; ἐγὼ μέν, ἔφη, οἶμαι τὴν ἐμήν, εἴπερ γε τοῦ ὀσφραίνεσθαι ἕνεκεν ἐποίησαν ἡμῖν ῥῖνασ οἱ θεοί. οἱ μὲν γὰρ σοὶ μυκτῆρεσ εἰσ γῆν ὁρῶσιν, οἱ δὲ ἐμοὶ ἀναπέπτανται, ὥστε τὰσ πάντοθεν ὀσμὰσ προσδέχεσθαι. τὸ δὲ δὴ σιμὸν τῆσ ῥινὸσ πῶσ τοῦ ὀρθοῦ κάλλιον; ὅτι, ἔφη, οὐκ ἀντιφράττει, ἀλλ’ ἐᾷ εὐθὺσ τὰσ ὄψεισ ὁρᾶν ἃ ἂν βούλωνται· ἡ δὲ ὑψηλὴ ῥὶσ ὥσπερ ἐπηρεάζουσα διατετείχικε τὰ ὄμματα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기