호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Καλλίασ, νὴ τὴν Ἥραν, ἔφη, τά τε ἄλλα ζηλῶ σε τοῦ πλούτου καὶ ὅτι οὔτε ἡ πόλισ σοι ἐπιτάττουσα ὡσ δούλῳ χρῆται οὔτε οἱ ἄνθρωποι, ἂν μὴ δανείσῃσ, ὀργίζονται. ἀλλὰ μὰ Δί’, ἔφη ὁ Νικήρατοσ, μὴ ζήλου· ἐγὼ γὰρ ἥξω παρ’ αὐτοῦ δανεισάμενοσ τὸ μηδενὸσ προσδεῖσθαι, οὕτω πεπαιδευμένοσ ὑπὸ Ὁμήρου ἀριθμεῖνἕπτ’ ἀπύρουσ τρίποδασ, δέκα δὲ χρυσοῖο τάλαντα,αἴθωνασ δὲ λέβητασ ἐείκοσι, δώδεκα δ’ ἵππουσσταθμῷ καὶ ἀριθμῷ, ὡσ πλείστου πλούτου ἐπιθυμῶν οὐ παύομαι· ἐξ ὧν ἴσωσ καὶ φιλοχρηματώτερόσ τισι δοκῶ εἶναι. ἔνθα δὴ ἀνεγέλασαν ἅπαντεσ, νομίζοντεσ τὰ ὄντα εἰρηκέναι αὐτόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기