호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ δὲ αὐτὸν εἰπεῖν· θαυμαστὰ λέγεισ, τὸν δ’ αὖ ἀποκρίνασθαι· ἦ θαυμαστὸν νομίζεισ εἰ καὶ τῷ θεῷ δοκεῖ ἐμὲ βέλτιον εἶναι ἤδη τελευτᾶν; οὐκ οἶσθα ὅτι μέχρι μὲν τοῦδε οὐδενὶ ἀνθρώπων ὑφείμην <ἂν> βέλτιον ἐμοῦ βεβιωκέναι; ὅπερ γὰρ ἥδιστόν ἐστιν, ᾔδειν ὁσίωσ μοι καὶ δικαίωσ ἅπαντα τὸν βίον βεβιωμένον· ὥστε ἰσχυρῶσ ἀγάμενοσ ἐμαυτὸν ταὐτὰ ηὑρ́ισκον καὶ τοὺσ ἐμοὶ συγγιγνομένουσ γιγνώσκοντασ περὶ ἐμοῦ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기