- 텍스트

Xenophon, Minor Works, Πόροι ἢ περὶ Προσόδων?, chapter 4 43:

(크세노폰, Minor Works, Πόροι ἢ περὶ Προσόδων, chapter 4 43:)

οὕτως ἔμοιγε δοκεῖ, ᾗπερ ῥᾷστον, ταύτῃ καὶ ἄριστον εἶναι ταῦτα πράττειν. εἰ δ αὖ διὰ τὰς ἐν τῷ νῦν πολέμῳ γεγενημένας εἰσφορὰς νομίζετ ἂν μηδ ὁτιοῦν δύνασθαι εἰσενεγκεῖν, ὑμεῖς δὴ ὅσα μὲν πρὸ τῆς εἰρήνης χρήματα ηὑρ´ισκε τὰ τέλη, ἀπὸ τοσούτων καὶ τὸ ἐπιὸν ἔτος διοικεῖτε τὴν πόλιν, ὅσα δ ἂν ἐφευρίσκῃ διὰ τὸ εἰρήνην τε εἶναι καὶ διὰ τὸ θεραπεύεσθαι μετοίκους καὶ ἐμπόρους καὶ διὰ τὸ πλειόνων ἀνθρώπων πλείω εἰσάγεσθαι καὶ ἐξάγεσθαι καὶ διὰ τὸ <τὰ> ἐλλιμένια καὶ τὰς ἀγορὰς αὐξάνεσθαι, ταῦτα λαμβάνοντες κατασκευάζεσθε ὡς ἂν πλεῖσται <αἱ> πρόσοδοι γίγνοιντο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION