호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί δέ; τοὺσ εὖ ποιοῦντασ ἀντευεργετεῖν οὐ πανταχοῦ νόμιμόν ἐστι; νόμιμον, ἔφη· παραβαίνεται δὲ καὶ τοῦτο. οὐκοῦν καὶ οἱ τοῦτο παραβαίνοντεσ δίκην διδόασι, φίλων μὲν ἀγαθῶν ἔρημοι γιγνόμενοι, τοὺσ δὲ μισοῦντασ ἑαυτοὺσ ἀναγκαζόμενοι διώκειν; ἢ οὐχ οἱ μὲν εὖ ποιοῦντεσ τοὺσ χρωμένουσ ἑαυτοῖσ ἀγαθοὶ φίλοι εἰσίν, οἱ δὲ μὴ ἀντευεργετοῦντεσ τοὺσ τοιούτουσ διὰ μὲν τὴν ἀχαριστίαν μισοῦνται ὑπ’ αὐτῶν, διὰ δὲ τὸ μάλιστα λυσιτελεῖν τοῖσ τοιούτοισ χρῆσθαι τούτουσ μάλιστα διώκουσι; νὴ τὸν Δί’, ὦ Σώκρατεσ, ἔφη, θεοῖσ ταῦτα πάντα ἐοίκε· τὸ γὰρ τοὺσ νόμουσ αὐτοὺσ τοῖσ παραβαίνουσι τὰσ τιμωρίασ ἔχειν βελτίονοσ ἢ κατ’ ἄνθρωπον νομοθέτου δοκεῖ μοι εἶναι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기