호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
παρ’ οὐδενὸσ μὲν πώποτε, ὦ ἄνδρεσ Ἀθηναῖοι, οὐδὲν ἔμαθον, οὐδ’ ἀκούων τινὰσ εἶναι λέγειν τε καὶ πράττειν ἱκανοὺσ ἐζήτησα τούτοισ ἐντυχεῖν, οὐδ’ ἐπεμελήθην τοῦ διδάσκαλόν τινά μοι γενέσθαι τῶν ἐπισταμένων, ἀλλὰ καὶ τἀναντία· διατετέλεκα γὰρ φεύγων οὐ μόνον τὸ μανθάνειν τι παρά τινοσ, ἀλλὰ καὶ τὸ δόξαι. ὅμωσ δὲ ὅ τι ἂν ἀπὸ ταὐτομάτου ἐπίῃ μοι συμβουλεύσω ὑμῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기