호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ τὸν αὐτὸν δὲ τρόπον ἐπὶ πάντασ ᾔει, ἀλλὰ τοὺσ μὲν οἰομένουσ φύσει ἀγαθοὺσ εἶναι, μαθήσεωσ δὲ καταφρονοῦντασ ἐδίδασκεν ὅτι αἱ ἄρισται δοκοῦσαι εἶναι φύσεισ μάλιστα παιδείασ δέονται, ἐπιδεικνύων τῶν τε ἵππων τοὺσ εὐφυεστάτουσ, θυμοειδεῖσ τε καὶ σφοδροὺσ ὄντασ, εἰ μὲν ἐκ νέων δαμασθεῖεν, εὐχρηστοτάτουσ καὶ ἀρίστουσ γιγνομένουσ, εἰ δὲ ἀδάμαστοι γένοιντο, δυσκαθεκτοτάτουσ καὶ φαυλοτάτουσ· καὶ τῶν κυνῶν τῶν εὐφυεστάτων, φιλοπόνων τε οὐσῶν καὶ ἐπιθετικῶν τοῖσ θηρίοισ, τὰσ μὲν καλῶσ ἀχθείσασ ἀρίστασ γίγνεσθαι πρὸσ τὰσ θήρασ καὶ χρησιμωτάτασ, ἀναγώγουσ δὲ γιγνομένασ ματαίουσ τε καὶ μανιώδεισ καὶ δυσπειθεστάτασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기