호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βαρέωσ δὲ φέρων τῇ ἀτιμίᾳ, προσελθὼν εἶπεν· Ὦ Ἀγησίλαε, μειοῦν μὲν ἄρα σύγε τοὺσ φίλουσ ἠπίστω. Ναὶ μὰ Δί’, ἔφη, τούσ γε βουλομένουσ ἐμοῦ μείζουσ φαίνεσθαι· τοὺσ δέ γε αὔξοντασ εἰ μὴ ἐπισταίμην ἀντιτιμᾶν, αἰσχυνοίμην ἄν. καὶ ὁ Λύσανδροσ εἶπεν· Ἀλλ’ ἴσωσ καὶ μᾶλλον εἰκότα σὺ ποιεῖσ ἢ ἐγὼ ἔπραττον. τάδε οὖν μοι ἐκ τοῦ λοιποῦ χάρισαι, ὅπωσ ἂν μήτ’ αἰσχύνωμαι ἀδυνατῶν παρὰ σοὶ μήτ’ ἐμποδών σοι ὦ, ἀπόπεμψόν ποί με.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기