호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βαρέως δὲ φέρων τῇ ἀτιμίᾳ, προσελθὼν εἶπεν: Ὦ Ἀγησίλαε, μειοῦν μὲν ἄρα σύγε τοὺς φίλους ἠπίστω. Ναὶ μὰ Δί, ἔφη, τούς γε βουλομένους ἐμοῦ μείζους φαίνεσθαι: τοὺς δέ γε αὔξοντας εἰ μὴ ἐπισταίμην ἀντιτιμᾶν, αἰσχυνοίμην ἄν. καὶ ὁ Λύσανδρος εἶπεν: Ἀλλ ἴσως καὶ μᾶλλον εἰκότα σὺ ποιεῖς ἢ ἐγὼ ἔπραττον. τάδε οὖν μοι ἐκ τοῦ λοιποῦ χάρισαι, ὅπως ἂν μήτ αἰσχύνωμαι ἀδυνατῶν παρὰ σοὶ μήτ ἐμποδών σοι ὦ, ἀπόπεμψόν ποί με.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기