호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δ’ ἐκεῖ ἦσαν, ἔδοξεν αὐτοῖσ ἱκανὰσ φυλακὰσ εἰσ τὰ ἐρύματα καταστήσαντασ διαβαίνειν πάλιν ἐπὶ τὴν Ιὠνίαν. ὡσ δ’ ἤκουσεν ὁ Δερκυλίδασ ὅτι πάλιν πεπερακότεσ εἰσὶ τὸν Μαίανδρον, εἰπὼν τῷ Φάρακι ὡσ ὀκνοίη μὴ ὁ Τισσαφέρνησ καὶ ὁ Φαρνάβαζοσ ἐρήμην οὖσαν καταθέοντεσ φέρωσι καὶ ἄγωσι τὴν χώραν, διέβαινε καὶ αὐτόσ. πορευόμενοι δὲ οὗτοι οὐδέν τι συντεταγμένῳ τῷ στρατεύματι, ὡσ προεληλυθότων τῶν πολεμίων εἰσ τὴν Ἐφεσίαν, ἐξαίφνησ ὁρῶσιν ἐκ τοῦ ἀντιπέρασ σκοποὺσ ἐπὶ τῶν μνημάτων·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기