호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Δερκυλίδασ ἐπεὶ παρέλαβε τὸ στράτευμα, γνοὺσ ὑπόπτουσ ὄντασ ἀλλήλοισ τὸν Τισσαφέρνην καὶ τὸν Φαρνάβαζον, κοινολογησάμενοσ τῷ Τισσαφέρνει ἀπήγαγεν εἰσ τὴν Φαρναβάζου χώραν τὸ στράτευμα, ἑλόμενοσ θατέρῳ μᾶλλον ἢ ἅμα ἀμφοτέροισ πολεμεῖν. ἦν δὲ καὶ πρόσθεν ὁ Δερκυλίδασ πολέμιοσ τῷ Φαρναβάζῳ· ἁρμοστὴσ γὰρ γενόμενοσ ἐν Ἀβύδῳ ἐπὶ Λυσάνδρου ναυαρχοῦντοσ, διαβληθεὶσ ὑπὸ Φαρναβάζου, ἐστάθη τὴν ἀσπίδα ἔχων, ὃ δοκεῖ κηλὶσ εἶναι τοῖσ σπουδαίοισ Λακεδαιμονίων· ἀταξίασ γὰρ ζημίωμά ἐστι. καὶ διὰ ταῦτα δὴ πολὺ ἥδιον ἐπὶ τὸν Φαρνάβαζον ᾔει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기