호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς Καλλιόπαν πρεσβυτέρους κοῦρος μὲν ἐών, πρέσβυς δέ τε κούρους νικᾷς, τεθρίππων κέντορας ἀθλοφόρων.? ἓξ δ ἐτέων ἀνύσας δεκάδας, στήλην ἐπὶ νίκαις εἷλες, Καλλιόπα, νεύματι κοιρανίης, ὄφρα μένοι καὶ ἔπειτα τεὸν κλέος. αἴθε τοι εἰή, ὡς κλέος ἀθάνατον, καὶ δέμας ἀθάνατον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기