호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς Ἀνακρέοντα πρέσβυν Ἀνακρείοντα χύδαν σεσαλαγμένον οἴνῳ θάεο δινωτοῦ στρεπτὸν ὕπερθε λίθου, ὡς ὁ γέρων λίχνοισιν ἐπ ὄμμασιν ὑγρὰ δεδορκὼς ἄχρι καὶ ἀστραγάλων ἕλκεται ἀμπεχόναν:? δισσῶν δ ἀρβυλίδων τὰν μὲν μίαν, οἱᾶ μεθυπλήξ, ὤλεσεν:
ἐν δ ἑτέρᾳ ῥικνὸν ἄραρε πόδα. μέλπει δ ἠὲ Βάθυλλον ἐφίμερον, ἠὲ Μεγιστέα, αἰωρῶν παλάμᾳ τὰν δυσέρωτα χέλυν. ἐκ Βάκχου πίπτειν Βακχιακὸν θέραπα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기