호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐχὶ πέδον Σμύρνης ἐλοχεύσατο θεῖον Ὅμηρον, οὐ Κολοφὼν τρυφερῆς ἄστρον Ιηὀνίης, οὐ Χίος, οὐκ Αἴγυπτος ἐύσπορος, οὐ Κύπρος ἁγνή, οὐ νῆσος κραναὴ Λαρτιάδαο πάτρη, οὐκ Ἄργος Δαναοῖο, κυκλωπείη τε Μυκήνη, οὐδὲ τὸ Κεκροπιδῶν ἄστυ παλαιογόνων.? οὐ γὰρ ἔφυ χθονὸς ἔργον:
ἀπ αἰθέρος ἀλλὰ ἑ Μοῦσαι πέμψαν, ἵν ἡμερίοις δῶρα ποθητὰ φέροι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기