- 텍스트

Unknown, Greek Anthology, Volume V, book 16, chapter 275

(작자 미상, Greek Anthology, Volume V, book 16, chapter 275)

εἰς ἄγαλμα τοῦ Καιροῦ τίς πόθεν ὁ πλάστης·? Ἵπταμ ὑπηνέμιος. Σικυώνιος. οὔνομα δὴ τίς· Λύσιππος. σὺ δὲ τίς· καιρὸς ὁ πανδαμάτωρ. τίπτε δ ἐπ ἄκρα βέβηκας· ἀεὶ τροχάω. τί δὲ ταρσοὺς ποσσὶν ἔχεις διφυεῖς· χειρὶ δὲ δεξιτερῇ τί φέρεις ξυρόν·

ἀνδράσι δεῖγμα, ὡς ἀκμῆς πάσης ὀξύτερος τελέθω. ἡ δὲ κόμη, τί κατ ὄψιν· Ὑπαντιάσαντι λαβέσθαι. νὴ Δία, τἀξόπιθεν δ εἰς τί φαλακρὰ πέλει· τὸν γὰρ ἅπαξ πτηνοῖσι παραθρέξαντά με ποσσὶν οὔτις ἔθ ἱμείρων δράξεται ἐξόπιθεν. τοὔνεχ ὁ τεχνίτης σε διέπλασεν·

εἵνεκεν ὑμέων, ξεῖνε: καὶ ἐν προθύροις θῆκε διδασκαλίην.?

상위

Greek Anthology, Volume V

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION