호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πτανῷ πτανὸν Ἔρωτα τίς ἀντίον ἔπλασ1 Ἔρωτι·? ἁ Νέμεσις, τόξῳ τόξον ἀμυνομένα, ὥς κε πάθῃ τὰ γ ἔρεξεν ὁ δὲ θρασύς, ὁ πρὶν ἀταρβὴς, δακρύει, πικρῶν γευσάμενος βελέων, ἐς δὲ βαθὺν τρὶς κόλπον ἀπέπτυσεν. ἆ μέγα θαῦμα:
φλέξει τις πυρὶ πῦρ: ἥψατ Ἔρωτος Ἔρως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기