호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς ἀγάλματα Ἐρώτων σκυλοχαρεῖς ἴδ Ἔρωτας, ἴδ ὡς βριαροῖσιν ἐπ ὤμοις ὅπλα φέρουσι θεῶν νήπι ἀγαλλόμενοι, τύμπανα καὶ θύρσον Βρομίου, Ζηνὸς δὲ κεραυνόν, ἀσπίδ Ἐνυαλίου καὶ κόρυν ἠϋ´κομον, Φοίβου δ εὔτοξον φαρέτρην, Ἁλίου δὲ τρίαιναν, καὶ σθεναρῶν χειρῶν Ἡρακλέους ῥόπαλον.? τί πλέον ἀνθρώποισιν, Ἔρως ὅτε καὶ πόλον εἷλε, τεύχεα δ ἀθανάτων Κύπρις ἐληίσατο·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기