호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς Ἔρωτα ἀροτριῶντα λαμπάδα θεὶς καὶ τόξα, βοηλάτιν εἵλετο ῥάβδον οὖλος Ἔρως, πήρην δ εἶχε κατωμαδίην καὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρων ἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον.? εἶπε δ ἄνω βλέψας αὐτῷ Διί:
πλῆσον ἀρούρας, μή σε τὸν Εὐρώπης βοῦν ὑπ ἄροτρα βάλω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기