- 텍스트

Unknown, Greek Anthology, Volume V, book 16, chapter 198

(작자 미상, Greek Anthology, Volume V, book 16, chapter 198)

εἰς τὸ αὐτό κλαῖε δυσεκφύκτως σφιγχθεὶς χέρας, ἄκριτε δαῖμον, κλαῖε μάλα, στάζων ψυχοτακῆ δάκρυα, σωφροσύνας ὑβριστά, φρενοκλόπε, λῃστὰ λογισμοῦ, πτανὸν πῦρ, ψυχᾶς τραῦμ ἀόρατον, Ἔρως.? θνατοῖς μὲν λύσις ἐστὶ γόων ὁ σός, ἄκριτε, δεσμός:

ᾧ σφιγχθεὶς κωφοῖς πέμπε λιτὰς ἀνέμοις. ὃν δὲ βροτοῖς ἀφύλακτος ἐνέφλεγες ἐν φρεσὶ πυρσόν, ἄθρει νῦν ὑπὸ σῶν σβεννύμενον δακρύων.?

상위

Greek Anthology, Volume V

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION