- 텍스트

Unknown, Greek Anthology, Volume V, book 16, chapter 183

(작자 미상, Greek Anthology, Volume V, book 16, chapter 183)

εἰς ἄγαλμα Διονύσου πλησίον Ἀθηνᾶς ἑστός εἰπέ, τί σοὶ ξυνὸν καὶ Παλλάδι·? τῇ γὰρ ἄκοντες καὶ πόλεμοι, πέρι σοὶ δ εὐάδον εἰλαπίναι. μὴ προπετῶς, ὦ ξεῖνε, θεῶν πέρι τοῖα μετάλλα: ἴσθι δ ὅσοις ἴκελος δαίμονι τῇδε πέλω. καὶ γὰρ ἐμοὶ πολέμων φίλιον κλέος:

οἶδεν ἅπας μοι ἠῴου δμηθεὶς Ἰνδὸς ἀπ Ὠκεανοῦ, καὶ μερόπων δὲ φυὴν ἐγερήραμεν, ἡ μὲν ἐλαίῃ, αὐτὰρ ἐγὼ γλυκεροῖς βότρυσιν ἡμερίδος. καὶ μὴν οὐδ ἐπ ἐμοὶ μήτηρ ὠδῖνας ὑπέτλη: λῦσα δ ἐγὼ μηρὸν πάτριον, ἡ δὲ κάρη.?

상위

Greek Anthology, Volume V

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION