호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς τὸ αὐτό Τανταλὶ παῖ, Νιόβα, κλύ ἐμὰν φάτιν, ἄγγελον ἄτας:? δέξαι σῶν ἀχέων οἰκτροτάταν λαλιάν. λῦε κόμας ἀνάδεσμον, ἰώ, βαρυπενθέσι Φοίβου γειναμένα τόξοις ἀρσενόπαιδα γόνον οὔ σοι παῖδες ἔτ εἰσίν. ἀτὰρ τί τόδ ἄλλο· τί λεύσσω·
αἶ, αἶ, πλημμυρεῖ παρθενικαῖσι φόνος. ἁ μὲν γὰρ ματρὸς περὶ γούνασιν, ἁ δ ἐνὶ κόλποις κέκλιται, ἁ δ ἐπὶ γᾶς, ἁ δ ἐπιμαστίδιος: ἄλλα δ ἀντωπὸν θαμβεῖ βέλος: ἁ δ ἐπ ὀιστοῖς πτώσσει: τᾶς δ ἔμπνουν ὄμμ ἔτι φῶς ὁράᾳ.
ἁ δὲ λάλον στέρξασα πάλαι στόμα, νῦν ὑπὸ θάμβευς μάτηρ σαρκοπαγὴς οἱᾶ πέπηγε λίθος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기