호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς εἰκόνα Τηλέφου τετρωμένου οὗτος ὁ Τευθρανίας πρόμος ἄσχετος, οὗτος ὁ τὸ πρὶν Τήλεφος αἱμάξας φρικτὸν Ἄρη Δαναῶν, Μυσὸν ὅτε πλήθοντα φόνῳ ἐκέρασσε Κάυκον, οὗτος ὁ Πηλιακοῦ δούρατος ἀντίπαλος, νῦν ὀλοὸν μηρῷ κεύθων βάρος, οἱᾶ λιπόπνους τήκεται, ἐμψύχῳ σαρκὶ συνελκόμενος.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기