호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκέτ ἀνὰ Φρυγίην πιτυοτρόφον, ὥς ποτε, μέλψεις, κροῦμα δι εὐτρήτων φθεγγόμενος δονάκων, οὐδ ἔτι σαῖς παλάμαις Τριτωνίδος ἔργον Ἀθάνας, ὡς πρίν, ἐπανθήσει, νυμφογενὲς Σάτυρε.? δὴ γὰρ ἀλυκτοπέδαις σφίγγῃ χέρας, οὕνεκα Φοίβῳ, θνατὸς ἐὼν, θείαν εἰς ἔριν ἠντίασας.
λωτοὶ δ οἱ κλάζοντες ἴσον φόρμιγγι μελιχρὸν ὤπασαν ἐξ ἀέθλων οὐ στέφος, ἀλλ ἀίδαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기