- 텍스트

Unknown, Greek Anthology, Volume V, book 16, chapter 6a

(작자 미상, Greek Anthology, Volume V, book 16, chapter 6a)

παντελευς εἰς Καλλίμαχον καὶ Κυναίγειρον ὤ κενεοῦ καμάτοιο καὶ ἀπρήκτου πολέμοιο:? ἡμετέρῳ βασιλῆι τί λέξομεν ἀθανάτους· ὦ βασιλεῦ, τί μ ἔπεμπες ἐπ ἀθανάτους πολεμιστάς· βάλλομεν, οὐ πίπτουσι: τιτρώσκομεν, οὐ φοβέονται. μοῦνος ἀνὴρ σύλησεν ὅλον στρατόν:

ἐν δ ἄρα μέσσῳ αἱματόεις ἕστηκεν, ἀτείρεος Ἄρεος εἰκών, δένδρον δ ὡς ἕστηκε σιδηρείαις ὑπὸ ῥίζαις, κοὐκ ἐθέλεν πεσέειν: τάχα δ ἔρχεται, ἔνδοθι νηῶν. λῦε, κυβερνήτα, νέκυος προφύγωμεν ἀπειλάς.?

상위

Greek Anthology, Volume V

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION