- 텍스트

Unknown, Greek Anthology, Volume V, book 15, chapter 40

(작자 미상, Greek Anthology, Volume V, book 15, chapter 40)

ὁππότε Παμμεδέοντος ἐὺς πάις, ὄρχαμος ἀνδρῶν, ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει, ἀσπαλιεῦσιν ἐείπε μαθητῇσιν πινυτοῖσι:? οὔποτε, τόφρα κέκευθε τεθρήμερον ἄπλετος αἰᾶ.

ἀλλ ἄνεὠ ^ μὲν ἔκειτο, μεμυκὼς χείλεα σιγῇ, σῶμά τε πυθόμενος καὶ ὀστέα καὶ χρόα καλόν, ψυχὴ δ ἐκ ῥεθέων πταμένη ἀίδόσδε κατῆλθεν, ἄρρητον δὲ φίλοισι γόον καὶ πένθος ἔθηκεν, ἐκ πάντων δὲ μάλιστα Μάρθῃ Μαρίῃ τε ὁμαίμοις αὐτοκασιγνήταις: ψυχῆς γὰρ φιλέεσκον ἀδελφεόν, ὅστις ἔκειτο μεσσόθι ἐν νεκάδεσσιν ἀκήριος, ἄψυχος αὕτως.

τοῦ πότμον γοόωσαι ὀδυρόμεναί τε ἐθρήνευν, σήματος ἔκτοθι οὖσαι καὶ ἑζόμεναι περὶ τύμβῳ. ὄφρα μὲν ἠέλιος τρίτον ἠνυσεν ἦμαρ ἐς αἰᾶν, τόφρα δὲ κἀν νεκάδεσσιν ἐτήκετο Λάζαρος ἄπνους: εὐπατρίδῃσι φίλοις, οἳ πὰρ θεοῦ ἐκγεγάαντο, οἳ πέρι μὲν βουλῇ μερόπων, πέρι δ ἠο῀ν ἁπάντων, οὓς ἔκπαγλ ἐφίλησ1, ὡσεὶ θεοῦ υἱᾶς ἐόντας, ὧν καὶ ἀπὸ γλώσσης γλυκίων μέλιτος ῥέεν αὐδὴ, καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν ὦ φίλοι ἀγλαόθυμοι, ἐπεὶ θεὸς ἐστὶ σὺν ἄμμι, κέκλυτέ μευ πάντες τε ὅσοι θεὸν ἔνδον ἔχοιτε, ὄφρ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει:

δεῦτ ἐς Βηθανίην, ὅθι Λάζαρον ἔλλιπε θυμός, σπεύσομεν ὅττι τάχιστ, ὄφρα κλέος ἄφθιτον ἴσχω:

ἀνστῆσαι γὰρ ἔπειμι καὶ ἐξ Ἐρέβευς φίλον ἁμόν.

τὸν δ αὖτε προσέειπον εὐήνορες ἀγλαόθυμοι: "ἰόμεν, ὡς ἐκέλευσας, ἀλίγκιε πατρὸς ἑοῖο. εἶπον ὃ δ αὐτὸς ἔβαινε, καὶ ἡγεμόνευε μαθηταῖς. ἠύτε ἔθνεα εἶσι μελισσάων ἀδινάων, πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων ὣς εἵποντο ὄπισθε θεοῦ μεγάλοιο μαθηταί.

ἀλλ ὅτε δὴ ῥ ἱκάνοντο πολυκλαύστῳ ἐνὶ τύμβῳ, καὶ τότε δὴ λίσσοντο κυλινδόμεναι παρὰ ποσσὶν Χριστὸν παμμεδέοντα κασίγνηταί τε ἔται τε: Γουνούμεσθὰ σ1, ἄναξ, ὃς ὑπέρτατα δώματα ναίεις:

Λάζαρον ὃν φιλέεσκες, ἐν ἔγκασιν ἤλυθεν ᾅδου: εἰ γὰρ τῇδε ἐήσθα, ἄναξ νεκάδων Αἰ¨δωνεὺς οὔποτ ἔτλη μεῖναι, ἐπειὴ πολὺ φέρτατος ἦσθα: ἀλλὰ καὶ ὣς ἐθέλων δύνασαι πάλιν αὐτὸν ἐγεῖραι.

καὶ τότε δὴ ὕψιστος ἀμείβετο: "ποῦ ποτε κεῖται· αἳ δ ἄρα ὀτραλέως ἀνὰ ἠρίον ἤλυθον ἄρδην δὴ τότ ἐπεὶ δεῖξαν θεῷ αὐτὸν σῆμά τε λυγρόν, εἶπεν ἄρ: "Λάζαρε, δεῦρ ἴθι, κλῦθι ἐμεῖο, καὶ ἔρχεο ἔξω.

ὡς οὖν νεκρὸς ἄκουσε θεοῖο Λόγου φήσαντος, λυσιμελὴς ἀνέδυ, πεπεδημένος, ἔμπνους, ὀδωδώς. τὸν καὶ ἰδόντες ὅμιλοι ἐθάμβεον ἐν κραδίῃσιν.

αὐτίκα δ ὑψιμέδοντα ἐκύδαινον θεὸν ἐσθλόν, καὶ κλέος ἄφθιτον ἔσχε πατὴρ μέγας υἱο῀ς ἐῆος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION