호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς τὴν σταύρωσιν Χριστὸς ἐπὶ σταυροῖο πεπαρμένος ἦν ποτε γυμνός, μεσσόθι, ληιστῆρας ἔχων ἑκάτερθε παγέντας:? καί μιν ἀκηχεμένη λιγέως ὀλοφύρετο μήτηρ λύγδην ἱσταμένη, καὶ παρθένος ἄλλος ἑταῖρος: καί μιν καγχαλόωντες ἐνείκεον ἄνδρες ὁδῖται κάμμορον, οὐτιδανὸν καὶ ἀνάλκιδα φῶτα καλεῦντες:
καὶ οἱ διψαλέῳ στυγερὴν ὤρεξε ποτῆτα λαὸς Ιοὐδαίων ἀθεμίστιος, αἱματοχάρμης, ὄξεϊ κιρνάμενος πικρὸν δέπας, εἶδαρ ὀλέθρου. ἀλλ ἀκέων τετάνυστο καὶ οὐκ ἀπαμύνετο Χριστός, Χριστός, ὁ καὶ Μαρίης καὶ ἀθανάτου πατρὸς υἱός.
ταῦτα τίς ἀνθρώπων ἀγέρωχος νήπιος ἔσται κῆρι λογιζόμενος καὶ ὁρώμενος ἐν πινάκεσσιν: ἀνδρὸς γὰρ θεός ἐστιν, ὁ δὲ βροτὸς οὐδὲν ἀρείων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기