호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σιμίου ᾤον Κωτίλας ματέρος τῆ τόδ ἄτριον νέον Δωρίας ἀηδόνος πρόφρων δὲ θυμῷ δέξο:? δἢ·
γὰρ ἁγνᾶς λίγειά μιν κάμ ἶφι ματρὸς ὠδίς: τὸ μὲν θεῶν ἐριβόας Ἐρμᾶς ἔκιξε κάρυξ φῦλ ἐς βροτῶν, ὑπὸ φίλας ἑλὼν πτεροῖσι ματρός: ἄνωγε δ ἐκ μέτρου μονοβάμονος μέγαν πάροιθ ἀέξειν ἀριθμὸν εἰς ἄκραν δεκάδ ἰχνίων κόσμον νέμοντα ῥυθμῶν. θοῶς δ ὕπερθεν ὧ᾿κα λέχριον φέρων νεῦμα ποδῶν σποράδων πίφαυσκεν ἴχνει θένων . . ταν παναίολον Πιερίδων μονόδουπον αὐδάν, θοαῖς ἴσ1᾿ αἰόλαις αἰόλαις κῶλ ἀλλάσσων ὀρσιπόδων ἐλάφων τέκεσσιν: ταὶ δ ἀμβρότῳ πόθῳ φίλας ματρὸς ῥώοντ αἶψα μεθ ἱμερόεντα μαζόν, πᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατ ἀρθμίας ἴχνος τιθῆνας:
βλαχαὶ δ οἰών πολυβότων ἀν ὀρέων νομὸν ἐβαν ταννσφνρων ἐς ἀν ἄντρα Νυμφῶν:
καί τις ὠμόθυμος ἀμφίπαλτον αἶψ αὐδὰν θὴρ ἐν κόλπῳ δεξάμενος θαλαμᾶν μυχοιτάτῳ ῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρουσ1᾿ εὐνάν, ματρὸς πλαγκτὸν μαιόμενος βαλίας ἑλεῖν τέκος: καἰῖτ ὦκα Βοᾶς ἀκοὰν μεθέπων, ὅγ ἄφαρ λάσιον νιφοβόλων ἀν ὀρέων ἔσσυται ἄγκος: ταῖσι δὴ δαίμων κλυτᾶς ἶσα θοοῖς δονέων ποσὶ πολύπλοκα μετίει μέτρα μολπᾶς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기