호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὀλὸς οὔ με λιβρὸς ἱρῶν Λιβάδεσσιν, οἱᾶ κάλχη Ὑποφοινίῃσι τέγγει:? Μαύλιες δ ὕπερθε πέτρης Ναξίας θοούμεναι Παμάτων φείδοντο Πανός: οὐ στροβίλῳ λιγνύι Ἰξὸς εὐώδης μελαίνει τρεχνέων με Νυσίων.
ἐς γὰρ βωμὸν ὁρῆς με μήτε γλούρου πλίνθοις, μήτ Ἀλύβης παγέντα βώλοις: 2οὐδ ὃν Κυνθογενὴς ἔτευξε φύτλη λαβόντε μηκάδων κέρα, Λισσαῖσιν ἀμφὶ δειράσιν ὅσσαι νέμονται Κυνθίαις, ἰσόρροπος πελοιτό μοι. σὺν Οὐρανοῦ γὰρ ἐκγόνοις εἰνὰς μ ἔτευξε γηγενής:
τάων ἀείζῳον τέχνην ἔνευσε πάλμυς ἀφθίτων.
ἀμφὶ Νέαις Θρηικίαις, ὃν σχεδόθεν Μυρίνης σοί, Τριπάτωρ, πορφυρέου φώρ ἀνέθηκε κριοῦ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기