호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐδενὸς εὐνάτειρα, Μακροπτολέμοιο δὲ μάτηρ, μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα, οὐχὶ Κεράσταν, ὅν ποτ ἐθρέψατο ταυροπάτωρ, ἀλλ οὗ πιλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους, οὔνομ ὅλον, δίζων, ὃς τᾶς Μέροπος πόθον κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος:? ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰσαυδέα ἕλκος, ἄγαλμα πόθοιο πυρισμαράγω:
ὃς σβέσεν ἀνορέαν ἰσαυδέα παπποφίνου Τυρίαν τ , ᾧ τόδε τυφλοφόρων ἐρατὸν πᾶμα Πάρις θέτο Σιμιχίδας. νηλεύστῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기