호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐράνιον τὸ μνᾶμα καὶ ἁ χρυσήλατος ἀκτὶς ἀνδρός, ἴσον βιότῳ καὶ τάφον εὑραμένου, ἄστροις γειτονέοντα:? φέρει δ ὅσον οὔτινα τύμβος ἀνέρα,, τὸν τελετᾶς οὐρανίδος ζάκορον, τὸν πάτραν ἐριποῦσαν ἀπὸ χθονὸς ὑψώσαντα, τὸν φρενὸς ἢ γλώσσας ἄκρα λαχόντα γέρα: ᾧ πέρι δηρίσαντο καὶ ἁ νέκυν ἐν πυρὶ θεῖσα Ἀτθίς, χἀ κόλποις ὀστέα δεξαμένα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기