호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπιτύμβιον ἐν Νικαίᾳ πλησίον τῆς λίμνης ἐν τῷ ὀβελίσκῳ Αὔχησον, Νίκαια, τὸν οὐρανομάκεα τύμβον, καὶ τὰν ἀελίῳ γείτονα πυραμίδα:? ἃ τὸν ἐνὶ ζῳοῖς βεβοαμένον ἱεροφάνταν κρύπτει ἀμετρήτῳ σάματι θαπτόμενον. ἔστι Σακέρδωτος τόσον ἠρίον, ἔστι Σεουήρας μνᾶμα τόδ ᾧ γείτων οὐρανός, οὐκ ἀίδας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기