호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τύμβος ἐγώ:? κεύθω δὲ πολύστονα τέκνα Φιλίννης, τοῖον μαψιτόκων καρπὸν ἔχων λαγόνων πέμπτον ἐν ἠιθέοις, τρίτατον δ ἐνὶ παρθενικῇσιν, τρεῖς δέ μοι ἀρτιγάμους δῶκε Φίλιννα κόρας: λοιποὶ δ ἠελίοιο πανάμμοροι ἠδὲ καὶ αὐδῆς τέσσαρες ἐκ λαγόνων εἰς Ἀχέροντα πέσον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기