호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀντομέναις ποτὲ μῆλα φίλαις διεμοιρήσαντο Ἰνὼ καὶ Σεμέλη δώδεκα παρθενικαῖς.? καὶ ταῖς μὲν Σεμέλη πόρεν ἄρτια: ταῖς δὲ περισσὰ δῶκε κασιγνήτη: μῆλα δ ἔχεν πλέονα. ἡ μὲν γὰρ τρισσῇσι τρί ἕβδομα δῶκεν ἑταίραις, ταῖς δὲ δύο πάντων πέμπτον ἔδωκε λάχος:
ἕνδεκα δ Ἀστυνόμη μιν ἀφείλατο, καὶ οἱ ἔλειπεν μοῦνα κασιγνήταις μῆλα δύω φερέμεν. ἡ δ ἑτέρη πισύρεσσι πόρεν δύο τέτρατα μήλων, πέμπτῃ δ ἑκταίην μοῖραν ἔδωκεν ἔχειν: τέσσαρα δ Εὐρυχόρῃ δῶρον πόρε:
τέτρασι δ ἄλλοις μήλοισιν Σεμέλη μίμνεν ἀγαλλομένη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기