호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ δύναται Παλλὰς Δί Ὀλύμπιον ἐξιλάσασθαι, λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ:? σοὶ δὲ τόδ αὖτις ἔπος ἐρέω, ἀδάμαντι πελάσσας. τῶν ἄλλων γὰρ ἁλισκομένων, ὅσα Κέκροπος οὖρος ἐντὸς ἔχει, κευθμών τε Κιθαιρῶνος ζαθέοιο, τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τ ὀνήσει. μηδὲ σὺ γ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα πολλὸν ἀπ ἠπείρου στρατὸν ἥσυχος, ἀλλ ὑποχωρεῖν, νῶτον ἐπιστρέψας:
ἔτι τοί ποτε κἀντίος ἔσσῃ.
ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν, ἤ που σκιδναμένης Δημήτερος, ἢ συνιούσης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기