호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ μέλεοι, τί κάθησθε·? λιπὼν φεῦγ ἔσχατα γαίης δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα. οὔτε γὰρ ἡ κεφαλὴ μενεῖ ἔμπεδον, οὔτε τὸ σῶμα, οὔτε πόδες νέατοι, οὔτ ὦν χέρες, οὔτε τι μέσσης λείπεται, ἀλλ ἄζηλα πέλει: κατὰ γάρ μιν ἐρείπει πῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἁρ´μα διώκων πολλὰ δὲ κἆλλ ἀπολεῖ πυργώματα, κοὐ τὸ σὸν οἰο῀ν πολλοὺς δ ἀθανάτων ναοὺς μαλερῷ πυρὶ δώσει, οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι, δείματι παλλόμενοι:
κατὰ δ ἀκροτάτοις ὀρόφοισιν αἷμα μέλαν κέχυται, προϊδὸν κακότητος ἀνάγκην.
ἀλλ ἴτον ἐξ ἀδύτοιο, κακοῖς δ ἐπικίδνατε θυμόν.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기