- 텍스트

Unknown, Greek Anthology, Volume V, book 14, chapter 75

(작자 미상, Greek Anthology, Volume V, book 14, chapter 75)

χρησμὸς δοθεὶς ἐν Ἡλίου πόλει, ὅτε ἐναυάγησαν οἱ κίονες τοῦ ἱεροῦ Διὸς τοῦ ὄντος ἐκεῖσε, οἳ νῦν ἐν Βηρύτῳ εἰπὲ Ποσειδάωνι:? κασιηνήτοις πεπιθέσθαι πρεσβυτέροις ἐπέοικεν: ἐμῆς ἐρικυδέος αὐλῆς κίοσιν οὐ κατὰ κόσμον ἀγάλλεαι: εἰπὲ τινάξας τρὶς ἅλα μαρμαρέην, καὶ πείσεται. φραζέσθω, μὴ πᾶσαν ἐνιπρήσαιμι θάλασσαν οὐδὲ γὰρ οὐδὲ θάλασσα Διὸς σβέννυσι κεραυνόν.?

상위

Greek Anthology, Volume V

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION