호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χρησμὸς ἐρωτήσαντι Ῥουφίνῳ, πῶς ἂν λάβοι ὁρ´κον παρὰ τοῦ ἰδίου ναυκλήρου εὖτ ἂν ὑπὲρ γαίης ἀνέχῃ δρόμον ὄρθρια Τιτάν, λύσας ἀκτῖσι ζοφερῆς δηλήματα νυκτός, λάμπῃ δ αἰγλήεσσα νέον φάος Ἠριγένεια, δὴ τότ ἄγων παρὰ θῖνας, ἁλιρράντους τε παρ ἀκτὰς φῶτα στῆσον ἔναντα δεδορκότα πρὸς φάος αὐγῆς ἠελίου.? καὶ τὸν μὲν ἔσω πόδα χεύματος ἐντὸς δεξιὸν ἐν δίναις ἐχέτω, λαιὸν δ ἐπὶ γαίης στηρισάτω:
χείρεσσι δ ἐπιψαύων ἑκάτερθε, τῇ μὲν ἁλός, τραφερῆς δ ἑτέρῃ, πιστούμενος ὁρ´κον οὐρανὸν ὀμνυέτω, χθόνα τ ἄσπετον, ἠδ ἁλὸς ὁρ´μους, αἰθερίου τε πυρὸς βιοδώτορα ἡγεμονῆα: τοῖον γὰρ θεοὶ ὁρ´κον ὑπὸ στομάτεσσιν ἀτίζειν οὐδ αὐτοὶ τολμῶσιν, ἀγήνορες Οὐρανίωνες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기