- 텍스트

Unknown, Greek Anthology, Volume V, book 14, chapter 55

(작자 미상, Greek Anthology, Volume V, book 14, chapter 55)

εἰς κλυστῆρα.? μούνῳ μοι θέμις ἐστὶ γυναικῶν ἐν φιλότητι μίσγεσθαι φανερῶς, λισσομένων ποσίων μοῦνος δ ἠιθέοισι, καὶ ἀνδράσιν, ἠδὲ γέρουσιν, παρθενικαῖς τ ἐπέβην ἀχνυμένων τοκέων. μαχλοσύνην ἤχθηρα:

φιλεῖ δέ με παιονίη χείρ, Ἀμφιτρυωνιάδην ἐκτελέοντα πόνον. ἀμφὶ δ ὀπυιομένοισι καὶ ἂν Πλουτῆι μαχοίμην αἰὲν ὑπὲρ ψυχῆς τῶν ὁπόσοις ἐμίγην. ἰδρείῃ μερόπων αἰγὶ μιγεὶς ἐλέφας.?

상위

Greek Anthology, Volume V

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION