- 텍스트

Unknown, Greek Anthology, Volume V, book 14, chapter 3

(작자 미상, Greek Anthology, Volume V, book 14, chapter 3)

ἁ Κύπρις τὸν Ἔρωτα κατηφιόωντα προσηύδα:? "τίπτε τοι, ὦ τέκος, ἄλγος ἐπέχραεν· ὃς δ ἀπάμειπτο: Πιερίδες μοι μῆλα διήρπασαν ἄλλυδις ἄλλη, αἰνύμεναι κόλποιο, τὰ δὴ φέρον ἐξ Ἑλικῶνος. Κλειὼ μὲν μήλων πέμπτον λάβε:

δωδέκατον δὲ Εὐτέρπη: ἀτὰρ ὀγδοάτην λάχε δῖα Θάλεια: Μελπομένη δ εἰκοστὸν ἀπαίνυτο: Τερψιχόρη δὲ τέτρατον ἑβδομάτην δ Ἐρατὼ μετεκίαθε μοίρην ἡ δὲ τριηκόντων με Πολύμνια νόσφισε μήλων, Οὐρανίη δ ἑκατόν τε καὶ εἴκοσι: Καλλιόπη δὲ βριθομένη μήλοισι τριηκοσίοισι βέβηκε.

σοὶ δ ἄρα κουφοτέρῃσιν ἐγὼ σὺν χερσὶν ἱκάνω, πεντήκοντα φέρων τάδε λείψανα μῆλα θεάων.?

상위

Greek Anthology, Volume V

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION