호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς Ποδάγραν Μισόπτωχε θεά, μούνη πλούτου δαμάτειρα, ἡ τὸ καλῶς ζῆσαι πάντοτ ἐπισταμένη, εἰ δὲ καὶ ἀλλοτρίοις ἐπιιζομένη ποσὶ χαίρεις, πιλοφορεῖν τ οἶδας, καὶ μύρα σοι μέλεται, τέρπει καὶ στέφανός σε, καὶ Αὐσονίου πόμα Βάκχου.? ταῦτα παρὰ πτωχοῖς γίνεται οὐδέποτε. τοὔνεκα νῦν φεύγεις πενίης τὸν ἀχάλκεον οὐδόν, τέρπᾐ δ αὖ πλούτου πρὸς πόδας ἐρχομένη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기