호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὔ τις ἀλοιητῆρας ἰδεῖν τέτληκεν ὀδόντας ὑμετέρους, ἵνα σοῖς ἐν μεγάροις πελάσῃ:? εἰ γὰρ ἀεὶ βούβρωστιν ἔχεις Ἐρυσίχθονος αὐτοῦ, ναὶ τάχα δαρδάψεις καὶ φίλον ὃν καλέεις. ἀλλ οὐ σεῖο μέλαθρά με δέξεται: οὐ γὰρ ἔγωγε βήσομαι ὑμετέρῃ γαστρὶ φυλαξόμενος. εἰ δὲ ποτ ἐς τεὸν οἶκον ἐλεύσομαι, οὐ μέγ ἄνυσσεν Λαρτιάδης Σκύλλης χάσμασιν ἀντιάσας: Κύκλωπος κρυεροῦ μηδὲν ἐλαφρότερον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기