호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καλλιγένης ἀγροῖκος, ὅτε σπόρον ἔμβαλε γαίῃ, οἶκον Ἀριστοφάνους ἦλθεν ἐς ἀστρολόγου, ᾔτεε δ ἐξερέειν, εἴπερ θέρος αἴσιον αὐτῷ ἔσται, καὶ σταχύων ἄφθονος εὐπορίη.? ὃς δὲ λαβὼν ψηφῖδας, ὑπὲρ πίνακός τε πυκάζων, δάκτυλά τε γνάμπτων, φθέγξατο Καλλιγένει: εἴπερ ἐπομβρηθῇ τὸ ἀρούριον ὅσσον ἀπόχρη, μηδὲ τιν ὑλαίην τέξεται ἀνθοσύνην, μηδὲ πάγος ῥήξῃ τὴν αὔλακα, μηδὲ χαλάζῃ ἄκρον ἀποδρυφθῇ δράγματος ὀρνυμένου, μηδὲ κεμὰς κείρῃσι τὰ λήια, μηδὲ τιν ἄλλην ἠέρος ἢ γαίης ὄψεται ἀμπλακίην, ἐσθλόν σοι τὸ θέρος μαντεύομαι, εὖ δ ἀποκόψεις τοὺς στάχυας: μούνας δείδιθι τὰς ἀκρίδας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기